Τετάρτη, 13 Ιουλίου 2011

Επιστολή Συμπαράστασης προς τον Μακαριώτατο Αρχιεπίσκοπο Νέας Ιουστινιανής και Πάσης Κύπρου για το ατύχημα στη Ναυτική Βάση

13/7/2011

Ἀθήνῃσι 12ῃ Ἰουλίου 2011

Μακαριώτατε Ἀρχιεπίσκοπε Νέας Ἰουστινιανῆς καί Πάσης Κύπρου, ἐν Χριστῷ τῷ Θεῷ λίαν ἀγαπητέ καί περιπόθητε ἀδελφέ καί συλλειτουργέ τῆς ἡμῶν Μετριότητος, κύριε Χρυσόστομε, τήν Ὑμετέραν Μακαριότητα ἐν Κυρίῳ κατασπαζόμενοι ὑπερήδιστα προσαγορεύομεν.

Μετ’ ὀδύνης βαθυτάτης καί ἐν ἰσχυρᾷ συνοχῇ καρδίας πληροφορηθέντες τό μετά πλήθους θυμάτων καί τραυματιῶν ὀλέθριον συμβάν εἰς τήν ναυτικήν βάσιν τῆς Κυπριακῆς Ἐθνικῆς Φρουρᾶς «Ἀντιστράτηγος Εὐάγγελος Φλωράκης», ἐκφράζομεν πρός τήν Ὑμετέραν λίαν πεφιλημένην ἡμῖν Μακαριότητα, καί δι᾿ Αὐτῆς πρός τάς δοκιμαζομένας οἰκογενείας καί ἅπαντα τόν κατά τάς δυσκόλους ταύτας στιγμάς χειμαζόμενον Κυπριακόν Ἑλληνισμόν, τήν ὁλόψυχον ἡμετέραν συμπαράστασιν καί συμπάθειαν ἐπί τῇ φοβερᾷ ἐπισυμβάσῃ αὐτῷ αἱματηρᾷ καί φονικῇ δοκιμασίᾳ.

Διερμηνεύοντες τά αἰσθήματα τοῦ περί ἡμᾶς Σεπτοῦ Σώματος τῆς Ἱεραρχίας τῆς Ἐκκλησίας τῆς Ἑλλάδος, τοῦ Ἱεροῦ Κλήρου Αὐτῆς καί τοῦ εὐσεβοῦς ἡμῶν ποιμνίου τοῦ μητροπολιτικοῦ Ἑλληνισμοῦ, συμπάσχομεν οὖν Ὑμῖν ὁλοθύμως ἐπί τῇ τραγικῇ ταύτῃ ἀπωλείᾳ στελεχῶν τῶν ἐνόπλων δυνάμεων, πεσόντων εἰς τό καθῆκον τῆς ἑνιαίας ἐθνικῆς ἀμύνης τοῦ Γένους ἡμῶν. Ἀποδυρόμενοι δέ τό μέγεθος καί τήν σφοδρότητα τῆς καταστροφῆς καί τάς ἐξ αὐτῆς βαρείας ψυχικάς καί ἠθικάς ζημίας, κατωδύνῳ πνεύματι συμμετέχομεν εἰς τό ἄλγος καί τό πένθος Ὑμῶν, εὑρισκόμενοι ὅλως ἀλληλέγγυοι τῇ Ὑμετέρᾳ Μακαριότητι, τῷ δοκιμαζομένῳ ποιμνίῳ Αὐτῆς καί τῷ προσφιλεῖ, ἑλληνωνύμῳ τε καί ὁμαίμονι καί ὁμοδόξῳ κυπριακῷ λαῷ, καί ἐντείνομεν τάς προσευχάς καί δεήσεις ἡμῶν ὑπέρ αὐτοῦ δι’ ἀνάπαυσιν τῶν ψυχῶν τῶν θυμάτων καί, τῇ πανσθενουργῷ Χάριτι τοῦ Κυρίου καί Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀνακούφισιν τῶν ὀδυνῶν, παραμυθίαν καί ἐξ ὕψους ἐνίσχυσιν, πρός ταχεῖαν παρέλευσιν τῶν δεινῶν, ἐπί τῷ τέλει τῆς ἀπερισπάστου αὐτοῦ προόδου.

Ἐπί δέ τούτοις, κατασπαζόμενοι τήν Ὑμετέραν θεοτίμητον καί προσφιλεστάτην Μακαριότητα φιλήματι ἀγάπης ἐν Χριστῷ τῷ Θεῷ καί Σωτῆρι ἡμῶν διατελοῦμεν,

Ὁ Ἀθηνῶν Ἱερώνυμος Β΄, Πρόεδρος

Πηγή: www.ecclesia.gr

Δεν υπάρχουν σχόλια: