Παρασκευή, 14 Αυγούστου 2009

Εγκώμια ψαλλόμενα εις την Κοίμησιν της Υπεραγίας Θεοτόκου.



ΣΤΑΣΙΣ ΠΡΩΤΗ

Η ζωη εν τάφω κατετέθης, Αγνή
και Αγγέλων στρατιαί εξεπλήττοντο,
την μετάστασιν δοξάζουσαι την σην.

Η ζωη πως θνήσκεις, πως και τάφω οικείς,
πως και θάνατον υπέστης Πανάμωμε,
τον αθάνατον γεννήσασα Χριστόν.

Μεγαλύνομέν Σε την Μητέρα Θεού,
και τιμώμεν την αγίαν Σου κοίμησιν,
ην υπέστης κατά νόμον των βροτών.

Μετά Μυροφόρων, των σεπτών γυναικών
και των θείων Αποστόλων Πανάχραντε,
την Σην κλίνην νυν κυκλούμεν νοερώς.

Η ωραία κάλλει, παρά πάντας βροτούς,
η την φύσιν του παντός ωραΐσασα,
τω Σω Τοκω πως κηδεύει ως νεκρά.

Και εκ γης μετέστης και ημών μηδαμώς,
των πιστών και ικετών Σου αφέστηκας,
αλλά σκέπεις και φυλάττεις νοερώς.

Ως φωτός λυχνία η επτάφωτος Συ,
φέγγεις τοις πιστοίς εις απάθειαν,
εκδιώκουσα παθών τον σκοτασμόν.

Της ζωής την πέτραν, την ακρότομον συ,
εκ νηδύος Σου Αγνή απεκύησας
και εξύφανας του κόσμου την ζωήν.

Επί γης κατήλθεν, ίνα σώση Αδάμ,
Ιησούς ο Ζωοδότης και ώκησεν,
ώσπερ πόλος εν τη μήτρα Σου αγνή.

Η ζωήν τεκούσα, πως οράται νεκρά,
εκπληττόμενοι οι Αγγελοι έλεγον,
πως δ' εν μνήματι εγκλείεται σμικρώ;

Νεκρωθέντα πάλαι, τον Αδάμ φθονερώς,
επανάγεις προς ζωήν, εν τω τόκω Σου,
και γαρ τέτοκας προάναρχον Θεόν.

Απλωθείσα τάφω συνηγάγω βροτούς,
πάντας τούς πιστούς εις προσκύνησιν,
ενώ τέθαψαι η θεία κιβωτός.

Δοξα Πατρί
Ανυμνούμεν Λογε, Σε τον πάντον Θεόν,
συν Πατρί και τω Αγίω Σου Πνεύματι
και δοξάζομεν τούς τρεις ένα Θεόν.

Και νυν
Μακαρίζομέν Σε Θεοτόκε Αγνή
και τιμώμεν την αγίαν Σου κοίμησιν,
ην κεκοίμησαι σαρκός άνευ φθοράς.

Η ζωη εν τάφω κατετέθης, Αγνή
και Αγγέλων στρατιαί εξεπλήττοντο,
την μετάστασιν δοξάζουσαι την σην.



ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ

Αξιόν εστι, μεγαλύνειν Σε την Θεοτόκον
την τιμιωτέραν των Χερουβίμ
και ενδοξοτέραν των Σεραφείμ.

Αξιον εστί, μεγαλύνειν Σε Παρθενομήτωρ,
την τον Θεόν Λογον χωρήσασαν,
εν αχράντω Σου γαστρί Παρθενικώς.

Υπνωσας Αγνή, εν θανάτω ως και ο Υιός Σου,
αλλά ως εξ ύπνου εξήγειρεν,
εκ του τάφου Σου τον άχραντον Ναόν.

Μύρον αληθώς, Συ υπάρχεις άχραντε Παρθένε,
ως τον κόσμον πάντα μυρίσασα,
τον μυρίπνοον γεννήσασα Χριστόν.

Ρείθρον της ζωής, η κυήσασα Θεού Σοφίαν,
την εμήν καρδίαν κατάρδευσον,
ξηρανθείσαν της κακίας τω αυχμώ.

Ομμα το γλυκύ, και Πανίερόν Σου Θεοτόκε,
προς τον Σον Υιόν ενατένισον,
όπως ίλεως γενήσεται ημίν.

Εδυς υπό γην, η λαμπρόφωτος χρυσή σελήνη,
και το θείον φως Σου κατηύγασε
κυκεώνας υπό γην τούς ζωφερούς.

Ως περιστερά, το κατάλευκον της παρθενίας
περιβεβλημένη Θεόνυμφε,
επετάσθη η Αγία Σου ψυχή.

Θείος Γαβριήλ, ως ποτέ εν Ναζαρέτ τη πόλει,
ήλθεν απαγγείλαι Σοι την ταφήν
και εν τω χωρίω Γεθσημανεί.

Εκλαιε πικρώς, η χορεία των Μυροφόρων,
ότε εν τω τάφω εώρακε,
Σε την άσπιλον μητέρα του Θεού.

Υμνοις και ωδαίς, εξοδίοις άδομέν Σοι, Κορη,
και την Σην ταφήν εκθειάζομεν,
οι τω τόκω σου σωθέντες των δεινών.

Δοξα Πατρί...
Αναρχε Θεε, συναΐδιε Λογε και Πνεύμα,
σκήπτρα Ορθοδόξων κραταίωσον,
κατά πολεμίων ως αγαθός.

Και νυν...
Τεξασα ζωήν Παναμώμητε Αγνή Παρθένε,
παύσον Εκκλησίας τα σκάνδαλα
και ειρήνευσον αυτήν ως Αγαθή.

Αξιόν εστι, μεγαλύνει Σε την Θεοτόκον
την τιμιωτέραν των Χερουβίμ
και ενδοξοτέραν των Σεραφείμ.



ΣΤΑΣΙΣ ΤΡΙΤΗ

Αι γενεαί πάσαι, ύμνον τη ταφή Σου προσφέρουσι Παρθένε.

Κατελθών ο Πετρος, εν τω Σω μνημείω, ευσχήμως Σε κηδεύει.

Μυροφόροι άμα, συν τοις Αποστόλοις, ύμνοις Σοι θρηνωδούσι.

Δεύρο πάσα κτίσις, ύμνους εξοδίους, οίσομεν τη Παρθένω.

Ως νεκράν και ζώσαν, συν Μυροφόροις πάντες υμνήσωμεν ενθέως.

Υπτιον ορώσα, η των αΰλων φύσις, αγγελικώς Σοι άδει.

Ω γλυκεία Μητηρ, Χριστού του Θεού Λογου, ευλόγησον τον κόσμον.

Θρήνον συν εκείνοις, προσάδουσι Παρθένε, γυναίκες Μυροφόροι.

Πως θάνατον υπέστης, η λυτρωσαμένη ημάς εκ της κατάρας.

Σώμα το ζωηφόρον και άχραντον κηδεύει, χορός των Αποστόλων.

Τον Αδάμ και Εύαν, ελευθερωσαμένη, πως και αυτή νυν θνήσκεις;

Ερραναν τον τάφον, γυναίκες της Παρθένου, αι Μυροφόροι μύρα.

Ουράνιαι δυνάμεις, εξέστησαν ορώσαι, Σε τάφω ηπλωμένην.

Ρανατε τον τάφον, Παρθέναι της Παρθένου, ω Μυροφόροι μύρα.

Ειρήνην Εκκλησία, λαώ Σου σωτηρίαν, δώρησαι Θεοτόκε.

Δοξα Πατρί...
Ω Τριάς Θεε μου, Πατήρ, Υιός και Πνεύμα ελέησον τον κόσμον.

Και νυν...
Τυχείν της του Υιού Σου, Παρθένε βασιλείας, αξίωσον σούς δούλους.

Αι γενεαί πάσαι, ύμνον τη ταφή Σου προσφέρουσι Παρθένε.


Πηγή: Ι. Ν. Κοιμήσεως Θεοτόκου Βούλας

Δεν υπάρχουν σχόλια: