ναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας. Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, τῷ ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες. Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος· Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος. «ναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ἄδοντας».Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Σύνδεσμος Κληρικών της Ιεράς Μητροπόλεως Χίου, Ψαρών και Οινουσσών, έτος ιδρύσεως 2007

Τετάρτη, 6 Απριλίου 2016

Ἀνακοινωθέν τοῦ Οἰκουμενικοῦ Πατριαρχείου

Ἀνακοινοῦται ὅτι κατά τό τελευταῖον διάστημα, τό Οἰκουμενικόν Πατριαρχεῖον καί προσωπικῶς ἡ Α. Θ. Παναγιότης, ὁ Οἰκουμενικός Πατριάρχης κ. κ. Βαρθολομαῖος, παρακολουθοῦν ἀγρύπνως τάς ἐξελίξεις καί τάς πολεμικάς συγκρούσεις εἰς τήν εὐρυτέραν περιοχήν τῆς Μέσης Ἀνατολῆς καί τάς ἐκεῖ διώξεις τῶν Χριστιανῶν. Οὕτως, ἡ Α. Θ. Παναγιότης ὁ Πατριάρχης ἔχει ἐκφράσει παντοιοτρόπως μέχρι σήμερον τήν ἀγωνίαν Αὐτοῦ διά τό μέγα θέμα τοῦ κύματος προσφύγων. Ἐν τῷ πνεύματι τούτῳ, ἐπεκοινώνησε δι᾿ ἐκπροσώπου Αὐτοῦ μετά τῆς Αὐτοῦ Ἁγιότητος τοῦ Πάπα Φραγκίσκου κατά μῆνα Φεβρουάριον, τήν δέ 30ήν Μαρτίου ἀπηύθυνε πρός Αὐτόν σχετικόν Γράμμα.

Ἐν τῷ πλαισίῳ τοῦ ἐγνωσμένου τούτου ἐνδιαφέροντος καί τῆς ἀπό κοινοῦ ἀγωνίας τῶν Θρησκευτικῶν Ἡγετῶν καί τῆς ἐπιτακτικῆς ἀνάγκης ἀναλήψεως κοινῆς πρωτοβουλίας καί δράσεων αὐτῶν πρός εὐαισθητοποίησιν τῆς διεθνοῦς κοινῆς γνώμης καί τῶν ἁρμοδίων Ὀργάνων καί φορέων, ἡ Α. Ἁγιότης ὁ Πάπας Ρώμης Φραγκῖσκος, ἡ Α. Θ. Παναγιότης, ὁ Οἰκουμενικός Πατριάρχης κ. κ. Βαρθολομαῖος καί ἡ Α. Μακαριότης, ὁ Ἀρχιεπίσκοπος Ἀθηνῶν καί πάσης Ἑλλάδος κ.κ. Ἱερώνυμος θά ἐπισκεφθοῦν λίαν προσεχῶς τήν Νῆσον τῆς Λέσβου, πρός ἐπικοινωνίαν καί ἐπιστήριξιν τῶν ἐκεῖσε εὑρισκομένων προσφύγων.

Ἡ κίνησις καί πρωτοβουλία αὕτη τῶν Θρησκευτικῶν Ἡγετῶν θά ἐπιστηρίξῃ καί ἐνισχύσῃ τάς χιλιάδας τῶν δοκιμαζομένων προσφύγων καί θά ἐμπνεύσῃ τήν ἀνάληψιν καταλλήλων πρωτοβουλιῶν διά τήν προστασίαν τῶν ἐμπεριστάτων Χριστιανικῶν Κοινοτήτων καί τήν ὀρθήν ἀντιμετώπισιν τοῦ μείζονος προσφυγικοῦ θέματος.

Ἐν τοῖς Πατριαρχείοις, τῇ 5ῃ Ἀπριλίου 2016
Ἐκ τῆς Ἀρχιγραμματείας τῆς Ἁγίας καί Ἱερᾶς Συνόδου

Δεν υπάρχουν σχόλια: