ναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας. Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, τῷ ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες. Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος· Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος. «ναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ἄδοντας».Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Σύνδεσμος Κληρικών της Ιεράς Μητροπόλεως Χίου, Ψαρών και Οινουσσών, έτος ιδρύσεως 2007

Πέμπτη, 15 Ιανουαρίου 2015

Ο μοναχός Παΐσιος ο Αγιορείτης στο Αγιολόγιο της Ορθοδόξου Εκκλησίας

Σύμφωνα με το ανακοινωθέν του Οικουμενικού Πατριαρχείου:

Συνῆλθεν, ὑπό τήν προεδρίαν τῆς Α. Θ. Παναγιότητος, ἡ Ἁγία καί Ἱερά Σύνοδος εἰς τήν τακτικήν συνεδρίαν αὐτῆς σήμερον, Tρίτην, 13ην Ἰανουαρίου 2015, πρός ἐξέτασιν τῶν ἐν τῇ ἡμερησίᾳ διατάξει ἀναγεγραμμένων θεμάτων.

Κατ᾿ αὐτήν, ἡ Ἁγία καί Ἱερά Σύνοδος: α) ὁμοφώνως ἀποδεχθεῖσα εἰσήγησιν τῆς Κανονικῆς Ἐπιτροπῆς ἀνέγραψεν εἰς τό Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας τόν μοναχόν Παΐσιον Ἁγιορείτην καί β) προτάσει τῆς Α. Θ. Παναγιότητος, τοῦ Οἰκουμενικοῦ Πατριάρχου κ. κ. Βαρθολομαίου, διά ψήφων κανονικῶν ἐξελέξατο παμψηφεί τόν Πανοσιολ. Ἀρχιμανδρίτην κ. Εἰρηναῖον Ἀβραμίδην, διακονοῦντα ἐν Παρισίοις, Βοηθόν Ἐπίσκοπον παρά τῷ Σεβασμιωτάτῳ Μητροπολίτῃ Γαλλίας κυρίῳ Ἐμμανουήλ, ὑπό τόν τίτλον τῆς πάλαι ποτέ διαλαμψάσης Ἐπισκοπῆς Ρηγίου.

Ἐν τοῖς Πατριαρχείοις, τῇ 13ῃ Ἰανουαρίου 2015
Ἐκ τῆς Ἀρχιγραμματείας τῆς Ἁγίας καί Ἱερᾶς Συνόδου

Δεν υπάρχουν σχόλια: